Ancient Greek · ~2 min
13.1 to 13.2
Plutarch, Ἀγησίλαος 13.1-2
Not analysed yet
ἀπιόντος δὲ τοῦ Φαρναβάζου μετὰ τῶν φίλων, ὁ υἱὸς ὑπολειφθεὶς προσέδραμε τῷ Ἀγησιλάῳ καί μειδιῶν εἶπεν· ἐγώ σε ξένον, ὦ Ἀγησίλαε, ποιοῦμαι. καί παλτὸν ἔχων ἐν τῇ χειρὶ δίδωσιν αὐτῷ. δεξάμενος οὖν ὁ Ἀγησίλαος καί ἡσθεὶς τῇ τε ὄψει καί τῇ φιλοφροσύνῃ τοῦ παιδός, ἐπεσκόπει τοὺς παρόντας, εἴ τις ἔχοι τι τοιοῦτον οἷον ἀντιδοῦναι καλῷ καί γενναίῳ δῶρον. ἰδὼν δὲ ἵππον Ἰδαίου τοῦ γραφέως κεκοσμημένον φαλάροις, ταχὺ ταῦτα περισπάσας τῷ μειρακίῳ δίδωσι. καί τὸ λοιπὸν οὐκ ἐπαύετο μεμνημένος, ἀλλὰ καί χρόνῳ περιϊόντι τὸν οἶκον ἀποστερηθέντος αὐτοῦ καί φυγόντος ὑπὸ τῶν ἀδελφῶν εἰς Πελοποννησον, ἰσχυρῶς ἐπεμελεῖτο.