Ancient Greek · ~1 min
Chapter 15
Plutarch, Ἀγησίλαος 15.3
Not analysed yet
οὐ γὰρ ἔγωγε συμφέρομαι τῷ Κορινθίῳ Δημαράτῳ μεγάλης ἡδονῆς ἀπολελεῖφθαι φήσαντι τοὺς μὴ θεασαμένους Ἕλληνας Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον, ἀλλʼ εἰκότως ἄν οἶμαι δακρῦσαι, συννοήσαντας ὅτι ταῦτ’Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀπέλιπον οἳ τότε τοὺς τῶν Ἑλλήνων στρατηγοὺς περὶ Λεῦκτρα καὶ Κορώνειαν καὶ Κόρινθον καὶ Ἀρκαδίαν κατανήλωσαν.