Ancient Greek · ~1 min
Chapter 15
Plutarch, Ἀγησίλαος 15.6
Not analysed yet
βασιλέα γὰρ ἑαυτὸν καὶ στρατηγὸν ἄριστον ἐπιδειξάμενος, ἔτι βελτίονα καὶ ἡδίονα τοῖς χρωμένοις ἰδίᾳ φίλον καὶ συνήθη παρέσχε, τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη μυρίοις τοξόταις ὑπὸ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας· τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας.