# Ἀγησίλαος 16.2-3

Plutarch, Ἀγησίλαος, 16.2 to 16.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-6/16.2

ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας· τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι; προῆγε, καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις ἐτρέψατο καὶ διέφθειρε πολλούς, τὸ δʼ αὐτὸ καὶ τῷ βασιλεῖ τῶν Μακεδόνων ἐρώτημα προσέπεμψε· φήσαντος δὲ βουλεύσεσθαι, Βουλευέσθω τοίνυν ἐκεῖνος, εἶπεν, ἡμεῖς δὲ δὴ πορευόμεθα. Θαυμάσας οὖν τὴν τόλμαν αὐτοῦ καὶ δείσας ὁ βασιλεὺς ἐκέλευσεν ὡς φίλον προάγειν. τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει τὴν χώραν. εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλασσομένων οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν, ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.

---

Plutarch, Ἀγησίλαος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg044.local001/.
