Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Ἀγησίλαος 16.4
Not analysed yet
καὶ τοῦτʼ ἴσως ἐπʼ Ἀγησιλάῳ θαυμαστὸν οὐκ ἦν, ὃς πυθόμενος μάχην μεγάλην γεγονέναι περὶ Κόρινθον, καὶ ἄνδρας τῶν πάνυ ἐνδόξων ὡς ἔνι μάλιστα αἰφνίδιον ἀπολωλέναι, καὶ Σπαρτιατῶν μὲν ὀλίγους παντάπασι τεθνηκέναι, παμπόλλους δὲ τῶν πολεμίων, οὐκ ὤφθη περιχαρὴς οὐδὲ ἐπηρμένος, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τῆς Ἑλλάδος, ἔφη, τοσούτους ἄνδρας ἀπολωλεκυίας ὑφʼ αὑτῆς, ὅσοι ζῶντες ἐδύναντο νικᾶν ὁμοῦ σύμπαντας τοὺς βαρβάρους μαχόμενοι.