Ancient Greek · ~1 min
Chapter 19
Plutarch, Ἀγησίλαος 19.6
Not analysed yet
ὁ μὲν οὖν Ξενοφῶν ὄνομα τῆς Ἀγησιλάου θυγατρὸς οὐ γέγραφε, καὶ ὁ Δικαίαρχος ἐπηγανάκτησεν ὡς μήτε τήν Ἀγησιλάου θυγατέρα μήτε τήν Ἐπαμινώνδου μητέρα γινωσκόντων ἡμῶν ἡμεῖς δὲ εὕρομεν ἐν ταῖς Λακωνικαῖς ἀναγραφαῖς ὀνομαζομένην γυναῖκα μὲν Ἀγησιλάου Κλεόραν, θυγατέρας δὲ Εὐπωλίαν καὶ Πρόαυγαν. ἔστι δὲ καὶ λόγχην ἰδεῖν αὐτοῦ κειμένην ἄχρι νῦν ἐν Λακεδαίμονι, μηδὲν τῶν ἄλλων διαφέρουσαν.