Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Ἀγησίλαος 2.1
Not analysed yet
ἐν δὲ ταῖς καλουμέναις ἀγέλαις τῶν συντρεφομένων παίδων Λύσανδρον ἔσχεν ἐραστήν, ἐκπλαγέντα μάλιστα τῷ κοσμίῳ τῆς φύσεως αὐτοῦ. φιλονεικότατος γὰρ ὢν καὶ θυμοειδέστατος ἐν τοῖς νέοις καὶ πάντα πρωτεύειν βουλόμενος, καὶ τὸ σφοδρὸν ἔχων καὶ ῥαγδαῖον ἄμαχον καὶ δυσεκβίαστον, εὐπειθείᾳ πάλιν αὖ καὶ πρᾳότητι τοιοῦτος ἦν οἷος φόβῳ μηδέν, αἰσχύνῃ δὲ πάντα ποιεῖν τὰ προσταττόμενα, καὶ τοῖς ψόγοις ἀλγύνεσθαι μᾶλλον ἢ τοὺς πόνους βαρύνεσθαι·