Ancient Greek · ~5 min
23.1 to 23.4
Plutarch, Ἀγησίλαος 23.1-4
Not analysed yet
ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπόρθουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ καὶ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, ἔδοξε τοῖς Λακεδαιμονίοις εἰρήνην ποιεῖσθαι πρὸς βασιλέα· καὶ πέμπουσιν Ἀνταλκίδαν πρὸς Τιρίβαζον, αἴσχιστα καὶ παρανομώτατα τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν. ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα τοὺς Λακεδαιμονίους μηδίζειν ὁ Ἀγησίλαος ἀπεκρίνατο μᾶλλον τοὺς Μήδους λακωνίζειν. τοῖς δὲ μὴ βουλομένοις δέχεσθαι τὴν εἰρήνην ἀπειλῶν καὶ καταγγέλλων πόλεμον ἠνάγκασεν ἐμμένειν ἅπαντας οἷς ὁ Πέρσης ἐδικαίωσε, μάλιστα διὰ τοὺς Θηβαίους, ὅπως αὐτόνομον τὴν Βοιωτίαν ἀφέντες ἀσθενέστεροι γένωνται. δῆλον δὲ τοῦτο τοῖς ὕστερον ἐποίησεν, ἐπεὶ γὰρ Φοιβίδας ἔργον εἰργάσατο δεινὸν ἐν σπονδαῖς καὶ εἰρήνῃ τὴν Καδμείαν καταλαβών, καὶ πάντες μὲν ἠγανάκτουν οἱ Ἕλληνες, χαλεπῶς δὲ ἔφερον οἱ Σπαρτιᾶται, καὶ μάλιστα οἱ διαφερόμενοι τῷ Ἀγησιλάῳ μετʼ ὀργῆς ἐπυνθάνοντο τοῦ Φοιβίδου τίνος ταῦτα κελεύσαντος ἔπραξεν, εἰς ἐκεῖνον τὴν ὑπόνοιαν τρέποντες, οὐκ ὤκνησε τῷ Φοιβίδᾳ βοηθῶν λέγειν ἀναφανδὸν ὅτι δεῖ τὴν πρᾶξιν αὐτήν, εἴ τι χρήσιμον ἔχει, σκοπεῖν· τὰ γὰρ συμφέροντα τῇ Λακεδαίμονι καλῶς ἔχειν αὐτοματίζεσθαι, κἂν μηδεὶς κελεύσῃ.