Ancient Greek · ~2 min
23.6 to 23.7
Plutarch, Ἀγησίλαος 23.6-7
Not analysed yet
ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν, εἰπὼν ἐξαρκεῖν τὴν κοινὴν φιλίαν, καὶ μηδὲν ἰδίας δεήσεσθαι μενούσης ἐκείνης, ἐν δὲ τοῖς ἔργοις οὐκέτι ταύτην διαφυλάττων τὴν δόξαν, ἀλλὰ τῇ φιλοτιμίᾳ καὶ τῇ φιλονεικίᾳ πολλαχοῦ συνεκφερόμενος, καὶ μάλιστα τῇ πρὸς Θηβαίους, οὐ μόνον ἔσωσε τὸν Φοιβίδαν, ἀλλὰ καὶ τὴν πόλιν ἔπεισεν εἰς αὑτὴν ἀναδέξασθαι τὸ ἀδίκημα καὶ κατέχειν τὴν Καδμείαν διʼ ἑαυτῆς, τῶν δὲ πραγμάτων καὶ τῆς πολιτείας Ἀρχίαν καὶ Λεοντίδαν ἀποδεῖξαι κυρίους, διʼ ὧν ὁ Φοιβίδας εἰσῆλθε καὶ κατέλαβε τὴν ἀκρόπολιν.