Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Ἀγησίλαος 24.3
Not analysed yet
ἦν δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ Ἀγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδʼ ἀφιλότιμος ἀνήρ, ἀεὶ δʼ · ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός, οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καί τὸν Φοιβίδαν νομίζων ἔνδοξον γεγονέναι καί περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καί λαμπρότερον εἰ τὸν Πειραιᾶ καταλάβοι διʼ ἑαυτοῦ καί τῶν Ἀθηναίων ἀφέλοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως ἐπελθών.