# Ἀγησίλαος 25.1-3

Plutarch, Ἀγησίλαος, 25.1 to 25.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-6/25.1

εἶχεν οὖν υἱὸν ὁ Σφοδρίας Κλεώνυμον, οὗ παιδὸς ὄντος ἔτι καὶ καλοῦ τὴν ὄψιν Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱὸς ἤρα. καὶ τότε συνηγωνία μὲν ὡς εἰκὸς αὐτῷ κινδυνεύοντι περὶ τὸν πατρός, συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν ἦν γὰρ ὁ Σφοδρίας ἐκ τῶν διαφόρων τοῦ Ἀγησιλάου. τοῦ δὲ Κλεωνύμου προσελθόντος αὐτῷ καὶ μετὰ δεήσεως καὶ δακρύων ἐντυχόντος, ὅπως τὸν Ἀγησίλαον εὔνουν παράσχῃ, μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι, τρεῖς μὲν ἢ τέσσαρας ἡμέρας αἰδούμενος τὸν πατέρα καὶ δεδιὼς σιωπῇ παρηκολούθει· τέλος δὲ τῆς κρίσεως ἐγγὺς οὔσης ἐτόλμησεν εἰπεῖν πρὸς τὸν Ἀγησίλαον ὅτι Κλεώνυμος αὐτοῦ δεηθείη περὶ τοῦ πατρός· ὁ δὲ Ἀγησίλαος εἰδὼς ἐρῶντα τὸν Ἀρχίδαμον οὐκ ἔπαυσεν ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος. οὐ μὴν ἐνέδωκέ τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι καὶ πρεπόντως, ἀπῆλθεν.

---

Plutarch, Ἀγησίλαος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg044.local001/.
