Ancient Greek · ~2 min
26.1 to 26.2
Plutarch, Ἀγησίλαος 26.1-2
Not analysed yet
ἀπολυθέντος δὲ τοῦ Σφοδρίου, καὶ τῶν Ἀθηναίων, ὡς ἐπύθοντο, πρὸς πόλεμον τραπομένων, σφόδρα κακῶς ὁ Ἀγησίλαος ἤκουσε, διʼ ἐπιθυμίαν ἄτοπον καὶ παιδαριώδη δοκῶν ἐμποδὼν γεγονέναι κρίσει δικαίᾳ, καὶ τὴν πόλιν παραίτιον ἀπειργάσθαι παρανομημάτων τηλικούτων εἰς τοὺς Ἕλληνας. ἐπεὶ δὲ τὸν Κλεόμβροτον οὐχ ἑώρα πρόθυμον ὄντα πολεμεῖν τοῖς Θηβαίοις, οὕτω δὴ χαίρειν τὸν νόμον ἐάσας ᾧ πρόσθεν ἐχρῆτο περὶ τῆς στρατείας, αὐτὸς εἰς Βοιωτίαν ἐνέβαλεν ἤδη καὶ κακῶς ἐποίει τοὺς Θηβαίους καὶ πάλιν ἀντέπασχεν, ὥστε καὶ τρωθέντος αὐτοῦ ποτε τὸν Ἀνταλκίδαν εἰπεῖν· ἦ καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους μηδὲ ἐπισταμένους μάχεσθαι διδάξας.