# Ἀγησίλαος 26.3

Plutarch, Ἀγησίλαος, Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-6/26.3

τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε γενέσθαι φασί, ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτοὺς ὥσπερ ἐγγυμνασαμένους, διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις τρισὶ ῥήτραις ἀπεῖπε μὴ πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως μὴ πολεμεῖν μανθάνωσιν. ἦν δὲ καὶ τοῖς συμμάχοις τῶν Λακεδαιμονίων ἐπαχθὴς ὁ Ἀγησίλαος, ὡς διʼ οὐδὲν ἔγκλημα δημόσιον, ἀλλὰ θυμῷ τινι καὶ φιλονεικίᾳ τοὺς Θηβαίους ἀπολέσαι ζητῶν.

---

Plutarch, Ἀγησίλαος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg044.local001/.
