Ancient Greek · ~2 min
26.4 to 26.5
Plutarch, Ἀγησίλαος 26.4-5
Not analysed yet
οὐδὲν οὖν ἔλεγον δεόμενοι φθείρεσθαι δεῦρο κἀκεῖσε καθʼ ἕκαστον ἐνιαυτόν, ὀλίγοις τοσοῦτοι συνακολουθοῦντες· ἔνθα δὲ δὴ λέγεται τὸν Ἀγησίλαον, ἐξελέγξαι βουλόμενον αὐτῶν τὸ πλῆθος, τόδε μηχανήσασθαι. πάντας ἐκέλευσε καθίσαι τοὺς συμμάχους μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν. εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρῶτον ὡς δὲ ἀνέστησαν οὗτοι, δεύτερον ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι καὶ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, ὁρᾶτε, εἶπεν, ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς.