# Ἀγησίλαος 27.1-3

Plutarch, Ἀγησίλαος, 27.1 to 27.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-6/27.1

ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος· ἐκ δὲ τούτου διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν. ἰατροῦ δέ τινος Συρακουσίου τὴν ὑπὸ τῷ σφυρῷ φλέβα σχάσαντος, αἱ μὲν ἀλγηδόνες ἔληξαν, αἵματος δὲ πολλοῦ φερομένου καὶ ῥέοντος ἀνεπισχέτως λιποψυχία πολλὴ καὶ κίνδυνος ὀξὺς ἀπʼ αὐτῆς περιέστη τὸν Ἀγησίλαον. οὐ μὴν ἀλλὰ τότε γε τὴν φορὰν τοῦ αἵματος ἔπαυσε· καὶ κομισθεὶς εἰς Λακεδαίμονα πολὺν χρόνον ἔσχεν ἀρρώστως καὶ πρὸς τὰς στρατείας ἀδυνάτως. ἐν δὲ τῷ χρόνῳ τούτῳ πολλὰ συνέβη πταίσματα τοῖς Σπαρτιάταις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὧν ἦν τὸ περὶ Τεγύρας μέγιστον, ὅπου πρῶτον ἐκ παρατάξεως κρατηθέντες ὑπὸ Θηβαίων ἡττήθησαν. ἔδοξεν οὖν πᾶσι θέσθαι πρὸς πάντας εἰρήνην· καὶ συνῆλθον ἀπὸ τῆς Ἑλλάδος πρέσβεις εἰς Λακεδαίμονα ποιησόμενοι τὰς διαλύσεις.

---

Plutarch, Ἀγησίλαος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg044.local001/.
