Ancient Greek · ~2 min
Chapter 29
Plutarch, Ἀγησίλαος 29.4
Not analysed yet
ἅμα δὲ ἡμέρᾳ φανερῶν ἤδη γεγονότων πᾶσι τῶν σωζομένων καὶ τῶν τεθνεώτων, οἱ μὲν τῶν τεθνεώτων πατέρες καὶ κηδεσταὶ καὶ οἰκεῖοι καταβαίνοντες εἰς ἀγορὰν ἀλλήλους ἐδεξιοῦντο λιπαροὶ τὰ πρόσωπα, φρονήματος μεστοὶ καὶ γήθους, οἱ δὲ τῶν σωζομένων, ὥσπερ ἐπὶ πένθει, μετὰ τῶν γυναικῶν οἴκοι διέτριβον, εἰ δέ τις ὑπʼ ἀνάγκης προέλθοι, καὶ σχήματι καὶ φωνῇ καὶ βλέμματι ταπεινὸς ἐφαίνετο καὶ συνεσταλμένος.