Ancient Greek · ~3 min
37.1 to 37.3
Plutarch, Ἀγησίλαος 37.1-3
Not analysed yet
τότε δὲ συμμίξας τῷ Τάχῳ παρασκευαζομένῳ πρὸς τὴν στρατείαν, οὐχ, ὥσπερ ἤλπιζεν, ἁπάσης στρατηγὸς ἀπεδείχθη τῆς δυνάμεως, ἀλλὰ τῶν μισθοφόρων μόνων, τὸν δὲ ναυτικοῦ Χαβρίας ὁ Ἀθηναῖος· ἡγεμὼν δὲ συμπάντων αὐτὸς ἦν ὁ Τάχως. καὶ τοῦτο πρῶτον ἠνίασε τὸν Ἀγησίλαον· ἔπειτα τὴν ἄλλην ἀλαζονείαν καὶ κενοφροσύνην τοῦ Αἰγυπτίου βαρυνόμενος ἠναγκάζετο φέρειν καὶ συνεξέπλευσεν ἐπὶ τοὺς Φοίνικας αὐτῷ, παρὰ τὴν ἀξίαν τὴν ἑαυτοῦ καὶ τὴν φύσιν ὑπείκων καὶ καρτερῶν, ἄχρι οὗ καιρὸν ἔλαβε. Νεκτάναβις γὰρ ἀνεψιὸς ὢν τοῦ Τάχω καὶ μέρος ἔχων ὑφʼ ἑαυτῷ τῆς δυνάμεως ἀπέστη· καὶ βασιλεὺς ὑπὸ τῶν Αἰγυπτίων ἀναγορευθεὶς διεπέμπετο πρὸς τὸν Ἀγησίλαον ἀξιῶν αὐτῷ βοηθεῖν τὰ δʼ αὐτὰ καὶ τὸν Χαβρίαν παρεκάλει, μεγάλας ὑπισχνούμενος ἀμφοτέροις δωρεάς.