Ancient Greek · ~2 min
Chapter 37
Plutarch, Ἀγησίλαος 37.5
Not analysed yet
ταῦτα δὲ εἰπὼν ἔπεμψεν εἰς Σπάρτην; ἄνδρας, οἳ τοῦ μὲν Τάχω κατηγορήσειν, ἐπαινέσεσθαι δὲ τὸν Νεκτάναβιν ἔμελλον. ἔπεμψαν δὲ κἀκεῖνοι δεόμενοι τῶν Λακεδαιμονίων, ὁ μὲν ὡς πάλαι σύμμαχος γεγονὼς καὶ φίλος, ὁ δὲ ὡς εὔνους καὶ προθυμότερος περὶ τὴν πόλιν ἐσόμενος. ἀκούσαντες οὖν οἱ Λακεδαιμόνιοι τοῖς μὲν Αἰγυπτίοις ἀπεκρίναντο φανερῶς Ἀγησιλάῳ περὶ τούτων μελήσειν, ἐκείνῳ δὲ ἐπέστειλαν ὁρᾶν κελεύοντες ὅπως πράξει τὸ τῇ Σπάρτῃ συμφέρον.