Ancient Greek · ~2 min
Chapter 40
Plutarch, Ἀγησίλαος 40.1
Not analysed yet
ἐκ δὲ τούτου καλῶς μὲν εἶχε τὰ πράγματα καὶ βεβαίως τῷ Αἰγυπτίῳ πρὸς ἀσφάλειαν ἀγαπῶν δὲ καὶ φιλοφρονούμενος ἐδεῖτο μεῖναι καὶ συνδιαχειμάσαι μετʼ αὐτοῦ τὸν Ἀγησίλαον. ὁ δὲ ὥρμητο πρὸς τὸν οἴκοι πόλεμον, εἰδὼς χρημάτων δεομένην τὴν πόλιν καὶ ξενοτροφοῦσαν. προὔπεμψεν οὖν αὐτὸν ἐντίμως καὶ μεγαλοπρεπῶς, ἄλλας τε λαβόντα τιμὰς καὶ δωρεὰς καὶ πρὸς τὸν πόλεμον ἀργυρίου διακόσια καὶ τριάκοντα τάλαντα.