Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Ἀγησίλαος 5.3
Not analysed yet
καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἴονταί καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων ἁρμονίας, οὕτως ἔοικεν ὁ Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολιτείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλήλους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι.