Ancient Greek · ~2 min
8.1 to 8.2
Plutarch, Ἀγησίλαος 8.1-2
Not analysed yet
ὡς οὖν ταῦτα πράττειν καὶ λέγειν ἐδόκει φθόνον ἐκείνῳ μηχανώμενος, ἔτι μᾶλλον αὐτοῦ καθάψασθαι βουλόμενος Ἀγησίλαος ἀπέδειξε κρεοδαίτην καὶ προσεῖπεν, ὡς λέγεται, πολλῶν ἀκουόντων νῦν οὖν θεραπευέτωσαν οὗτοι ἀπιόντες τὸν ἐμὸν κρεοδαιτην. ἀχθόμενος οὖν ὁ Λύσανδρος λέγει πρὸς αὐτόν· ἤιδεις ἄρα σαφῶς, Ἀγησίλαε, φίλους ἐλαττοῦν. νὴ Δίʼ, ἔφη, τοὺς ἐμοῦ μεῖζον δύνασθαι βουλομένους. καὶ ὁ Λύσανδρος, ἀλλʼ ἴσως, ἔφη, ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται. δὸς δέ μοι τινὰ τάξιν καὶ χώραν ἔνθα μὴ λυπῶν ἔσομαί σοι χρήσιμος.