# Περὶ τῶν ἐκλελοιπότων 11

Plutarch, Περὶ τῶν ἐκλελοιπότων, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-61/11

ὁ δʼ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη, ἀνδρῶν ἡβώντων ἔλαφος δέ τε τετρακόρωνος τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται αὐτὰρ ὁ φοίνιξ ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο. τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δʼ οὐδὲ Πίνδαρος εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν ἰσοδένδρου τέκμωρ αἰῶνος λαχοίσας, διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας. ἔτι δʼ αὐτοῦ λέγοντος, Δημήτριος ὑπολαβών πῶς ἔφη λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρ ἡβῶντος οὔτε γηρῶντος, ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς ἐστιν. ἀλλʼ οἱ μὲν ἡβώντων ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθʼ Ἡράκλειτον, ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας. οἱ δὲ γηρώντων πάλιν οὐχ ἡβώντων γράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ · τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ ὁ λόγος ὅλως ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας, αἵ τʼ ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

---

Plutarch, Περὶ τῶν ἐκλελοιπότων, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg092.local001/.
