# Περὶ τῶν ἐκλελοιπότων 45

Plutarch, Περὶ τῶν ἐκλελοιπότων, Section 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-61/45

καὶ ὁ Δημήτριος οὐκ οἶδʼ ἔγωγε τά γε νῦν ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δʼ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. ἔχω δʼ εἰπεῖν τῷ Μόψου παραγενόμενος πρᾶγμα θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, διʼ ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων ἐνυβρίζοντας, ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς πολεμίων κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημʼ ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ, καὶ κατακοιμηθεὶς ἀπήγγειλε μεθʼ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον μέλανα καὶ πλέον οὐδὲν ἀλλʼ εὐθὺς οἴχεσθαι. τοῦθʼ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δʼ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη καὶ προσεκύνησεν, καὶ τὴν δέλτον ἀνοίξας ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;ʼ ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.

---

Plutarch, Περὶ τῶν ἐκλελοιπότων, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg092.local001/.
