# Περὶ τοῦ Ε τοῦ ἐν Δελφοῖς 18

Plutarch, Περὶ τοῦ Ε τοῦ ἐν Δελφοῖς, Section 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-62/18

Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶς γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς· ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰς τὸ γιγνόμενον αὐτοῦ τῇ δʼ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδʼ ὄντος ὄντως δυνάμενος. ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθʼ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν ἀλλʼ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δʼ οὐδὲ πάλιν οὐδʼ ὕστερον ἀλλʼ ἅμα συνίσταται καὶ ἀπολείπει καὶ πρόσεισι καὶ ἄπεισι, ὅθεν οὐδʼ εἰς τὸ εἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδʼ ἵστασθαι τὴν γένεσιν, ἀλλʼ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτʼ ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας; ταῖς ἐπιγιγνομέναις. ἀλλʼ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἢδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος; ὕδατι γένεσις, ἀλλʼ ἔτι σαφέστερον ἐπʼ αὐτῶν ἡμῶν· φθείρεται μὲν μὲν γὰρ ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δʼ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς; εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον ὃ τʼ ἐχθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον ἀποθνήσκει; μένει δʼ οὐδεὶς οὐδʼ ἔστιν εἷς, ἀλλὰ γιγνόμεθα πολλοὶ, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν ἢ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν; ἄλλοις δὲ χρώμεθα λόγοις ἄλλοις πάθεσιν, οὐκ εἶδος οὐ μορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν. εἰκός, οὔτε μεταβάλλων ὁ αὐτός ἐστιν· εἰ δʼ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδʼ ἔστιν, ἀλλὰ τοῦτʼ αὐτὸ μεταβάλλει γιγνόμενοσἕτερος ἐξ ἑτέρου. ψεύδεται δʼ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.

---

Plutarch, Περὶ τοῦ Ε τοῦ ἐν Δελφοῖς, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg090.local001/.
