# Περὶ φυγῆς 13

Plutarch, Περὶ φυγῆς, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-65/13

διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δʼ ἐξ Ἀθηνῶν. τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης; ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς, ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι. εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι, οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον ἵνʼ οὔτʼ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει. ἃ δʼ Ἑλλὰς Ἀσία τʼ ἐκτρέφει κάλλιστα γῆς, δέλεαρ ἔχοντες τήνδε συνθηρεύομεν ἀλλʼ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρʼ Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δὲ δήπου καὶ τουτὶ τοὐπιγραμμάτιον Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον. τὸ δʼ Ἡροδότου Ἁλικαρνησέος ἱστορίης ἀπόδεξις ἥδε πολλοὶ μεταγράφουσιν ʽ Ἡροδότου Θουρίοὐ· μετῴκησε γὰρ εἰς Θουρίους καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε. τὸ δʼ ἱερὸν καὶ δαιμόνιον ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχας Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής; καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.

---

Plutarch, Περὶ φυγῆς, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg110.local001/.
