Ancient Greek · ~2 min
Ἄγις, Chapter 1
Plutarch, Ἄγις καὶ Κλεομένης 1.1
Not analysed yet
οὐκ ἀτόπως τινὲς οὐδὲ φαύλως συγκεῖσθαι πρὸς τοὺς φιλοδόξους ὑπονοοῦσι τὸν ἐπὶ τῷ Ἰξίονι μῦθον, ὡς δὴ λαβόντι τὴν νεφέλην ἀντὶ τῆς Ἥρας καὶ τῶν Κενταύρων οὕτως γενομένων, καὶ γὰρ οὗτοι τῆς ἀρετῆς ὥσπερ εἰδώλῳ τινὶ τῇ δόξῃ συνόντες, οὐδὲν εἰλικρινὲς οὐδʼ ὡμολογημένον, ἀλλὰ νόθα καὶ μικτὰ πολλὰ πράττουσιν, ἄλλας ἄλλας φορὰς φερόμενοι, ζήλοις καὶ πάθεσιν ἐπακολουθοῦντες, ὅπερ οἱ Σοφοκλέους βοτῆρες ἐπὶ τῶν ποιμνίων λέγουσιν τούτοις γὰρ ὄντες δεσπόται δουλεύομεν, καὶ τῶνδʼ ἀνάγκη καὶ σιωπώντων κλύειν.