Ancient Greek · ~2 min
Ἄγις, Chapter 10
Plutarch, Ἄγις καὶ Κλεομένης 10.2
Not analysed yet
ὁμολογήσαντος δʼ ἐκείνου, ποῦ τοίνυν, ἔφη, Λυκοῦργος ἢ χρεῶν ἀποκοπὰς ἔδωκεν ἢ ξένους κατέταξεν εἰς τὴν πολιτείαν, ὃς οὐδὲ ὅλως ἐνόμιζεν ὑγιαίνειν τὴν πόλιν μὴ χρωμένην ξενηλασίαις; ὁ δὲ Ἆγις ἀπεκρίνατο μὴ θαυμάζειν τὸν Λεωνίδαν, εἰ τεθραμμένος ἐν ξένῃ καὶ πεπαιδοποιημένος ἐκ γάμων σατραπικῶν ἀγνοεῖ τὸν Λυκοῦργον, ὅτι τὸ μὲν ὀφείλειν καὶ δανείζειν ἅμα τῷ νομίσματι συνεξέβαλεν ἐκ τῆς πόλεως,