# Ἄγις καὶ Κλεομένης 12.3-4

Plutarch, Ἄγις καὶ Κλεομένης, 12.3 to 12.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-7/12.3

οὕτω δὴ πεισθέντες ἀμφότεροι καὶ μετὰ τῶν φίλων εἷς ἀγορὰν καταβάντες ἀνέστησαν μὲν ἐκ τῶν δίφρων τοὺς ἐφόρους, ἄλλους δʼ ἀντʼ αὐτῶν ἀπέδειξαν, ὧν εἷς ἦν Ἀγησίλαος, ὁπλίσαντες δὲ τῶν νέων πολλοὺς καὶ λύσαντες τοὺς δεδεμένους ἐγένοντο φοβεροὶ τοῖς ὑπεναντίοις ὡς πολλοὺς ἀποκτενοῦντες. ἀπέθανε δὲ οὐδεὶς ὑπʼ αὐτῶν, ἀλλὰ καὶ Λεωνίδαν εἷς Τεγέαν ὑπεξιόντα βουληθέντος διαφθεῖραι τοῦ Ἀγησιλάου, καὶ πέμψαντος ἐπʼ αὐτὸν εἷς τὴν ὁδὸν ἄνδρας, πυθόμενος ὁ Ἆγις ἑτέρους ἀπέστειλε πιστούς, οἳ τὸν Λεωνίδαν περισχόντες ἀσφαλῶς εἷς Τεγέαν κατέστησαν.

---

Plutarch, Ἄγις καὶ Κλεομένης, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg051.local001/.
