Ancient Greek · ~2 min
Κλεομένης, Chapter 13
Plutarch, Ἄγις καὶ Κλεομένης 13.3
Not analysed yet
τῶν δὲ δείπνων αὐτοῦ τὸ μὲν καθημερινὸν ἦν ἐν τρικλίνῳ σφόδρα συνεσταλμένον καὶ Λακωνικόν, εἰ δὲ πρέσβεις ἢ ξένους δέχοιτο, δύο μὲν ἄλλαι προσπαρεβάλλοντο κλῖναι, μικρῷ δὲ μᾶλλον οἱ ὑπηρέται τὴν τράπεζαν ἐπελάμπρυνον, οὐ καρυκείαις τισὶν οὐδὲ πέμμασιν, ἀλλʼ ὥστε ἀφθονωτέρας εἶναι τὰς παραθέσεις καὶ φιλανθρωπότερον τὸν οἶνον. καὶ γὰρ ἐπετίμησέ τινα τῶν φίλων ἀκούσας ὅτι ξένους ἑστιῶν ζωμὸν αὐτοῖς μέλανα καὶ μάζαν, ὥσπερ ἔθος ἦν ἐν τοῖς φιδιτίοις, παρέθηκεν· οὐ γὰρ ἔφη δεῖν ἐν τούτοις οὐδὲ πρὸς τοὺς ξένους λίαν ἀκριβῶς λακωνίζειν.