Ancient Greek · ~2 min
Κλεομένης, Chapter 14
Plutarch, Ἄγις καὶ Κλεομένης 14.1
Not analysed yet
πρῶτον μὲν οὖν οἱ Μαντινεῖς αὐτὸν ἐπηγάγοντο, καὶ νύκτωρ εἰς τὴν πόλιν παρεισπεσόντι τὴν φρουρὰν τὴν Ἀχαιῶν συνεκβαλόντες ἐνεχείρισαν αὑτούς, ὁ δὲ καὶ τοὺς νόμους αὐτοῖς καὶ τὴν πολιτείαν ἀποδούς αὐθημερὸν ἀπῆλθεν εἰς Τεγέαν. ὀλίγῳ δʼ ὕστερον ἐκπεριελθὼν διʼ Ἀρκαδίας κατέβαινεν ἐπὶ τὰς Ἀχαϊκὰς Φεράς, βουλόμενος ἢ μάχην θέσθαι πρὸς τοὺς Ἀχαιοὺς ἢ διαβάλλειν τὸν Ἄρατον ὡς ἀποδιδράσκοντα καὶ προιέμενον αὐτῷ τὴν χώραν. ἐστρατήγει μὲν γὰρ Ὑπερβατᾶς τότε, τοῦ δὲ Ἀράτου τὸ πᾶν ἦν κράτος ἐν τοῖς Ἀχαιοῖς.