Ancient Greek · ~2 min
Ἄγις, Chapter 16
Plutarch, Ἄγις καὶ Κλεομένης 16.2
Not analysed yet
καὶ τῶν βασιλέων τοῦ μὲν ὅλως καταφρονεῖν, τὸν δὲ Ἆγιν ἐβούλετο δοκεῖν διὰ τὴν συγγένειαν μᾶλλον ἢ διὰ τὴν βασιλείαν ἔν τινι τιμῇ τίθεσθαι. διέδωκε δὲ λόγον ὡς καὶ αὖθις ἐφορεύσων. διὸ καὶ θᾶσσον ἀποκινδυνεύσαντες οἱ ἐχθροὶ καὶ συστάντες ἐκ Τεγέας ἀναφανδὸν τὸν Λεωνίδαν ἐπὶ τὴν ἀρχὴν κατήγαγον, ἡδέως καὶ τῶν πολλῶν θεασαμένων· ὠργίζοντο γὰρ πεφενακισμένοι τῆς χώρας μὴ νεμηθείσης.