# Ἄγις καὶ Κλεομένης 16.3

Plutarch, Ἄγις καὶ Κλεομένης, Ἄγις, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-7/16.3

τὸν μὲν οὖν Ἀγησίλαον ὁ υἱὸς Ἱππομέδων, δεόμενος τῶν πολιτῶν καὶ πᾶσι προσφιλὴς ὢν διʼ ἀνδραγαθίαν, ὑπεξήγαγε καὶ διέσωσε· τῶν δὲ βασιλέων ὁ μὲν Ἆγις ἐπὶ τὴν Χαλκίοικον κατέφυγεν, ὁ δὲ Κλεόμβροτος εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐλθὼν ἱκέτευε· καὶ γὰρ ἐδόκει τούτῳ μᾶλλον ὁ Λεωνίδας χαλεπὸς εἶναι, καὶ παρεὶς τὸν Ἆγιν ἐπὶ τοῦτον ἀνέβη στρατιώτας ἔχων καὶ κατηγόρει μετʼ ὀργῆς ὅτι γαμβρὸς ὢν ἐπεβούλευσεν αὐτῷ καὶ τὴν βασιλείαν ἀφείλετο καὶ συνεξέβαλε τῆς πατρίδος.

---

Plutarch, Ἄγις καὶ Κλεομένης, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg051.local001/.
