Ancient Greek · ~2 min
Κλεομένης, Chapter 16
Plutarch, Ἄγις καὶ Κλεομένης 16.4
Not analysed yet
καίτοι πολλὰ παθεῖν καὶ παραβαλέσθαι φησὶν αὐτὸς ὑπὲρ Ἀθηναίων, ὅπως ἡ πόλις ἀπαλλαγείη φρουρᾶς καὶ Μακεδόνων εἶτα τούτους ἐπὶ τὴν πατρίδα καὶ τὴν ἑστίαν τὴν ἑαυτοῦ μεθʼ ὅπλων εἰσήγαγεν ἄχρι τῆς γυναικωνίτιδος τὸν δὲ ἀφʼ Ἡρακλέους γεγονότα καὶ βασιλεύοντα Σπαρτιατῶν, καὶ τὴν πάτριον πολιτείαν, ὥσπερ ἁρμονίαν ἐκλελυμένην, ἀνακρουόμενον αὖθις ἐπὶ τὸν σώφρονα καὶ Δώριον ἐκεῖνον τοῦ Λυκούργου νόμον καὶ βίον, οὐκ ἠξίου Σικυωνίων ἡγεμόνα καὶ Τριταιέων γράφεσθαι,