Ancient Greek · ~2 min
Ἄγις, Chapter 17
Plutarch, Ἄγις καὶ Κλεομένης 17.1
Not analysed yet
ὁ μὲν οὖν Κλεόμβροτος οὐδὲν εἶχεν εἰπεῖν, ἀλλʼ ἠπορημένος ἐκάθητο καί σιωπῶν ἡ δὲ Χιλωνίς, ἡ τοῦ Λεωνίδου θυγάτηρ, πρότερον μὲν ἀδικουμένῳ τῷ πατρὶ συνηδικεῖτο, καί τοῦ Κλεομβρότου τὴν βασιλείαν παραλαβόντος ἀποστᾶσα τὴν τοῦ πατρὸς συμφορὰν ἐθεράπευε, καί παρόντι μὲν συνικέτευε, φεύγοντος δὲ πενθοῦσα καὶ χαλεπῶς ἔχουσα πρὸς τὸν Κλεόμβροτον διετέλει, τότε δὲ αὖ πάλιν ταῖς τύχαις συμμεταβάλλουσα μετὰ τοῦ ἀνδρὸς ἱκέτις ὤφθη καθεζομένη, περιβεβληκυῖα τὰς χεῖρας ἐκείνῳ καί τῶν παιδίων τὸ μὲν ἔνθεν, τὸ δʼ ἔνθεν ὑφʼ αὑτὴν ἔχουσα.