Ancient Greek
Κλεομένης, Chapter 17
Plutarch, Ἄγις καὶ Κλεομένης 17.1-2
Not analysed yet
ἐλθόντων δὲ Ἀχαιῶν εἰς Ἄργος αὖθις ἐπὶ τὸν σύλλογον καὶ τοῦ Κλεομένους ἐκ Τεγέας καταβεβηκότος ἐλπὶς ἦν πολλὴ τῶν ἀνθρώπων ἔσεσθαι τὴν διάλυσιν. ὁ δὲ Ἄρατος, ἤδη διωμολογημένων αὐτῷ πρὸς τὸν Ἀντίγονον τῶν μεγίστων, φοβούμενος τὸν Κλεομένη μὴ πάντα διαπράξηται καθομιλήσας τὸ πλῆθος ἢ καὶ βιασάμενος, ἠξίου λαβόντα τριακοσίους ὁμήρους μόνον εἰσιέναι πρὸς αὐτούς, ἢ κατὰ γυμνάσιον ἔξωθεν τὸ Κυλλαράβιον προσελθόντα μετὰ τῆς δυνάμεως διαλέγεσθαι.