Ancient Greek · ~2 min
Κλεομένης, Chapter 17
Plutarch, Ἄγις καὶ Κλεομένης 17.3-2
Not analysed yet
ἐγεγόνει δὲ κίνημα τῶν Ἀχαιῶν, καὶ πρὸς ἀπόστασιν ὥρμησαν αἱ πόλεις, τῶν μὲν δήμων νομήν τε χώρας καὶ χρεῶν ἀποκοπὰς ἐλπισάντων, τῶν δὲ πρώτων πολλαχοῦ βαρυνομένων τὸν Ἄρατον, ἐνίων δὲ καὶ διʼ ὀργῆς ἐχόντων ὡς ἐπάγοντα τῇ Πελοποννήσῳ Μακεδόνας, διὸ τούτοις ἐπαρθεὶς ὁ Κλεομένης εἰς Ἀχαΐαν ἐνέβαλε· καὶ πρῶτον μὲν εἷλε Πελλήνην ἐξαπίνης ἐπιπεσὼν, καὶ τοὺς φρουροῦντας ἐξέβαλε τῶν Ἀχαιῶν μετὰ δὲ ταῦτα Φενεὸν προσηγάγετο καὶ Πεντέλειον.