Ancient Greek
Ἄγις, Chapter 18
Plutarch, Ἄγις καὶ Κλεομένης 18.4
Not analysed yet
καί ἦσαν πάντες μὲν αὐτῷ συνήθεις, ὁ δὲ Ἀμφάρης καί κεχρημένος ἔναγχος ἱμάτια καί ποτήρια τῶν πολυτελῶν παρὰ τῆς Ἀγησιστράτας ἐπεβούλευε διὰ ταῦτα τῷ βασιλεῖ καί ταῖς γυναιξὶν ὡς ἀποστερήσων. καί μάλιστά γε αὐτὸς ὑπακοῦσαι τῷ Λεωνίδᾳ λέγεται καί παροξῦναι τοὺς ἐφόρους, ὧν καί αὐτὸς εἷς ἦν.