Ancient Greek · ~1 min
Κλεομένης, Chapter 19
Plutarch, Ἄγις καὶ Κλεομένης 19.3
Not analysed yet
ὁ δὲ Κλεομένης ἐκ τοῦ Ἄργους ἐπελθὼν καὶ προσαγαγόμενος Τροιζηνίους, Ἐπιδαυρίους, Ἑρμιονέας, ἧκεν εἰς Κόρινθον καὶ τήν μὲν ἄκραν περιεχαράκωσε, τῶν Ἀχαιῶν οὐ βουλομένων ἐκλιπεῖν, τοῦ δὲ Ἀράτου τοὺς φίλους καὶ τοὺς ἐπιτρόπους μεταπεμψάμενος ἐκέλευσε τήν οἰκίαν καὶ τὰ χρήματα λαβόντας φυλάττειν καὶ διοικεῖν.