Ancient Greek · ~2 min
Ἄγις, Chapter 2
Plutarch, Ἄγις καὶ Κλεομένης 2.1
Not analysed yet
ὁ μὲν γὰρ ἀπηκριβωμένος καὶ τελείως ἀγαθὸς οὐδʼ ἂν ὅλως δόξης δέοιτο, πλὴν ὅση πάροδον ἐπὶ τὰς πράξεις διὰ τοῦ πιστεύεσθαι δίδωσι· νέῳ δὲ ἔτι ὄντι καὶ φιλοτίμῳ δοτέον ἀπὸ τῶν καλῶν ἔργων καὶ δόξῃ τι καλλωπίσασθαι καὶ κομπάσαι. φυόμεναι γὰρ ἐν τοῖς τηλικούτοις αἱ ἀρεταὶ καὶ βάλαστνουσαι τό τε κατορθούμενον ὥς φησι Θεόφραστος, ἐκβεβαιοῦνται τοῖς ἐπαίνοις, καὶ τὸ λοιπὸν αὔξονται μετὰ φρονήματος ἐπαιρόμεναι.