Ancient Greek · ~2 min
Κλεομένης, Chapter 23
Plutarch, Ἄγις καὶ Κλεομένης 23.4
Not analysed yet
ἀποσχὼν δʼ οὐ πολὺ Παντέα μὲν ἔχοντα δύο τάγματα τῶν Λακεδαιμονίων ἀπέστειλε, καταλαβέσθαι κελεύσας μεσοπύργιον ὃ τῶν τειχῶν ἐρημότατον εἶναι τοῖς Μεγαλοπολίταις ἐπυνθάνετο, τῇ δὲ ἄλλῃ δυνάμει σχολαίως ἐπηκολούθει. τοῦ δὲ Παντέως οὐ μόνον ἐκεῖνον τὸν τόπον, ἀλλὰ καὶ πολὺ μέρος Τοῦ τείχους ἀφύλακτον εὑρόντος, καὶ τὰ μὲν καθαιροῦντος εὐθύς, τὰ δὲ διασκάπτοντος, τῶν δὲ φρουρῶν οἷς ἐνέτυχε πάντας ἀποκτείναντος, ἔφθασε προσμίξας ὁ Κλεομένης, καὶ πρὶν αἰσθέσθαι τοὺς Μεγαλοπολίτας ἔνδον ἦν μετὰ τῆς δυνάμεως.