Ancient Greek · ~2 min
Κλεομένης, Chapter 26
Plutarch, Ἄγις καὶ Κλεομένης 26.2
Not analysed yet
ὡς μέντοι κατὰ τὴν Κυλλάραβιν γενόμενοι τὸ γυμνάσιον ἐπεχείρουν προσφέρειν πῦρ, ἐκώλυσεν, ὡς καὶ τῶν περὶ Μεγάλην πόλιν ὑπʼ ὀργῆς μᾶλλον ἢ καλῶς αὐτῷ πεπραγμένων. τοῦ δὲ Ἀντιγόνου πρῶτον μὲν εὐθὺς εἰς Ἄργος ἀναχωρήσαντος, ἔπειτα τὰ ὄρη καὶ τὰς ὑπερβολὰς πάσας φυλακαῖς καταλαβόντος, ἀμελεῖν καὶ καταφρονεῖν προσποιούμενος ἔπεμψε κήρυκας τὰς κλεῖς ἀξιῶν τοῦ Ἡραίου λαβεῖν, ὅπως ἀπαλλάττοιτο τῇ θεῷ θύσας.