Ancient Greek · ~2 min
Κλεομένης, Chapter 27
Plutarch, Ἄγις καὶ Κλεομένης 27.1
Not analysed yet
ἀλλʼ ὁ πρῶτος τὰ χρήματα νεῦρα τῶν πραγμάτων προσειπὼν εἰς τὰ τοῦ πολέμου πράγματα μάλιστα βλέψας τοῦτʼ εἰπεῖν ἔοικε. καὶ Δημάδης, τὰς τριήρεις μὲν καθέλκειν καὶ πληροῦν ποτε τῶν Ἀθηναίων κελευόντων, χρήματα δʼ οὐκ ἐχόντων πρότερόν ἐστιν, ἔφη, τὸ προδεῦσαι τοῦ φυρᾶσαι. λέγεται δὲ καὶ Ἀρχίδαμος ὁ παλαιὸς ὑπὸ τὴν ἀρχὴν τοῦ Πελοποννησιακοῦ πολέμου, κελευόντων εἰσφορὰς τάξαι τῶν συμμάχων αὐτόν, εἰπεῖν ὡς ὁ πόλεμος οὐ τεταγμένα σιτεῖται.