# Ἄγις καὶ Κλεομένης 27.3

Plutarch, Ἄγις καὶ Κλεομένης, Κλεομένης, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-7/27.3

ἐπεὶ τἆλλά γε πρὸς τοῦ Κλεομένους ὁ χρόνος ἦν, τῶν οἴκοι πραγμάτων ἀνιστάντων τὸν Ἀντίγονον. βάρβαροι γὰρ περιέκοπτον ἀπόντος καὶ κατέτρεχον τὴν Μακεδονίαν, καὶ τότε δὴ πολὺς ἄνωθεν Ἰλλυριῶν ἐμβεβλήκει στρατός, ὑφʼ οὗ πορθούμενοι μετεπέμποντο τὸν Ἀντίγονον οἱ Μακεδόνες, καὶ παρʼ ὀλίγον πρὸ τῆς μάχης συνέτυχε ταῦτα τὰ γράμματα κομισθῆναι πρὸς αὐτόν· ὧν κομισθέντων εὐθὺς ἂν ἀπῆλθε μακρὰ χαίρειν φράσας Ἀχαιοῖς.

---

Plutarch, Ἄγις καὶ Κλεομένης, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg051.local001/.
