Ancient Greek · ~2 min
Κλεομένης, Chapter 3
Plutarch, Ἄγις καὶ Κλεομένης 3.2-2
Not analysed yet
εὐθὺς μὲν εἰς νοῦν ἔθετο τὰ παρόντα μεθιστάναι καὶ κινεῖν, ὄντος δὲ αὐτῷ φίλου Ξενάρους, ἐραστοῦ γεγονότος τοῦτο δὲ ἐμπνεῖσθαι Λακεδαιμόνιοι καλοῦσιν, ἀπεπειρᾶτο τούτου διαπυνθανόμενος τὸν Ἆγιν, ὁποῖος γένοιτο βασιλεὺς καὶ τίνι τρόπῳ καὶ μετὰ τίνων ἐπὶ ταύτην ἔλθοι τὴν ὁδόν. ὁ δὲ Ξενάρης τὸ μὲν πρῶτον οὐκ ἀηδῶς ἐμέμνητο τῶν πραγμάτων ἐκείνων, ὡς ἐπράχθη καθʼ ἕκαστα μυθολογῶν καὶ διηγούμενος·