Ancient Greek
Κλεομένης, Chapter 31
Plutarch, Ἄγις καὶ Κλεομένης 31.5
Not analysed yet
πολεμίοις μὲν γὰρ ἐν ἐνέδωκαν ἤδη καὶ κρείττονες ἡμῶν, ἢ τύχῃ σφαλέντες ἢ βιασθέντες ὑπὸ πλήθους· ὁ δὲ πρὸς πόνους καὶ ταλαιπωρίας ἢ ψόγους καὶ δόξας ἀνθρώπων ἀπα· γορεύων ἡττᾶται τῆς αὑτοῦ μαλακίας, δεῖ γὰρ τὸν αὐθαίρετον θάνατον οὐ φυγὴν εἶναι πράξεων, ἀλλὰ πρᾶξιν. αἰσχρόν γὰρ καὶ ζῆν μόνοις ἑαυτοῖς καὶ ἀποθνῄσκειν· ἐφʼ ὃ νῦν σὺ παρακαλεῖς ἡμᾶς, σπεύδων ἀπαλλαγῆναι τῶν παρόντων, καλὸν δὲ οὐδὲν οὐδὲ χρήσιμον ἄλλο διαπραττόμενος,