Ancient Greek · ~2 min
32.2 to 32.3
Plutarch, Ἄγις καὶ Κλεομένης 32.2-3
Not analysed yet
πολλὴ μὲν αἰδὼς καὶ μετάνοια τὸν Πτολεμαῖον εἶχεν ἀνδρὸς ἀμελήσαντα τοιούτου καὶ προέμενον τῷ Ἀντιγόνῳ, δόξαν ἅμα κεκτημένῳ τηλικαύτην καὶ δύναμιν, ἀναλαμβάνων δὲ τιμαῖς καὶ φιλοφροσύναις τὸν Κλεομένη παρεθάρρυνεν ὡς μετὰ νεῶν καὶ χρημάτων ἀποστελῶν αὑτὸν εἰς τὴν Ἑλλάδα καὶ καταστήσων εἰς τὴν βασιλείαν. ἐδίδου δὲ καὶ σύνταξιν αὐτῷ τέσσαρα καὶ εἴκοσι τάλαντα καθʼ ἕκαστον ἐνιαυτόν. ἀφʼ ὧν ἐκεῖνος αὑτὸν καὶ τοὺς φίλους εὐτελῶς καὶ σωφρόνως διοικῶν, τὰ πλεῖστα κατανήλισκεν εἰς φιλανθρωπίας καὶ μεταδόσεις τῶν ἀπὸ τῆς Ἑλλάδος εἰς Αἴγυπτον ἐκπεπτωκότων.