Ancient Greek · ~2 min
Κλεομένης, Chapter 35
Plutarch, Ἄγις καὶ Κλεομένης 35.1
Not analysed yet
τοιούτων δὲ τῶν κατʼ αὐτὸν ὄντων πραγμάτων ἀφικνεῖται Νικαγόρας ὁ Μεσσήνιος εἰς Ἀλεξάνδρειαν, ἀνὴρ μισῶν μὲν τὸν Κλεομένη, προσποιούμενος δὲ φίλος εἶναι· χωρίον δέ ποτε καλὸν αὐτῷ πεπρακώς καὶ διʼ ἀσχολίαν, ὡς ἔοικε, διὰ πολέμους οὐκ ἀπειληφὼς τὸ ἀργύριον. τοῦτον οὖν ἐκβαίνοντα τότε τῆς ὁλκάδος ἰδὼν ὁ Κλεομένης ἔτυχε γὰρ ἐν τῇ κρηπῖδι τοῦ λιμένος περιπατῶν ἠσπάζετο προθύμως καὶ τίς αὐτὸν εἰς Αἴγυπτον ἄγοι πρόφασις ἠρώτα.