Ancient Greek · ~2 min
Κλεομένης, Chapter 37
Plutarch, Ἄγις καὶ Κλεομένης 37.2
Not analysed yet
καὶ γὰρ ἔθυε καὶ μετεδίδου τούτων ἀφθόνως αὐτοῖς, καὶ ἐπιτιθεὶς στεφάνους καὶ κατακλιθεὶς εἱστιᾶτο μετὰ τῶν φίλων, λέγεται δὲ τάχιον ἢ διεγνώκει πρὸς τὴν πρᾶξιν ὁρμῆσαι, συναισθόμενος οἰκέτην ἕνα τῶν συνειδότων τὴν πρᾶξιν ἔξω παρὰ γυναικὶ κεκοιμημένον ἧς ἤρα. καὶ φοβηθεὶς μήνυσιν, ἐπειδὴ μέσον ἡμέρας ἦν καὶ τοὺς φύλακας ᾔσθετο καθεύδοντας ὑπὸ τῆς μέθης, ἐνδυσάμενος τὸν χιτῶνα καὶ τὴν ῥαφὴν ἐκ τοῦ δεξιοῦ παραλυσάμενος ὤμου, γυμνῷ τῷ ξίφει μετὰ τῶν φίλων ἐξεπήδησεν ἐνεσκευασμένων ὁμοίως, δεκατριῶν ὄντων.