# Ἄγις καὶ Κλεομένης 38.5-6

Plutarch, Ἄγις καὶ Κλεομένης, 38.5 to 38.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-7/38.5

ἐπεὶ δὲ ἦλθον εἰς τόν τόπον ἐν ᾧ ταῦτα δρᾶν εἰώθεσαν οἱ ὑπηρέται, πρῶτον μὲν τὰ παιδία, τῆς Κρατησικλείας ὁρώσης, ἔσφαττον, εἶτα ἐκείνην, ἓν τοῦτο μόνον ἐπὶ τηλικούτοις φθεγξαμένην πάθεσιν, ὦ τέκνα, ποῖ ἐμόλετε; ἡ δὲ Παντέως γυνὴ, περιζωσαμένη τὸ ἱμάτιον, εὔρωστος οὖσα καὶ μεγάλη τῶν ἀποθνῃσκουσῶν ἑκάστην σιωπῇ καὶ μεθʼ ἡσυχίας ἐθεράπευε καὶ περιέστελλεν ἐκ τῶν ἐνδεχομένων. τέλος δὲ μετὰ πάσας ἑαυτὴν κοσμήσασα, καὶ καταγαγοῦσα τὴν περιβολήν, καὶ μηδένα προσελθεῖν ἐάσασα μηδὲ ἰδεῖν ἄλλον ἢ τόν ἐπὶ τῆς σφαγῆς τεταγμένον, ἡρωικῶς κατέστρεψεν, οὐδενὸς δεηθεῖσα κοσμοῦντος καὶ περικαλύπτοντος μετὰ τὴν τελευτήν. οὕτω παρέμεινε τῷ θανάτῳ τὸ κόσμιον τῆς ψυχῆς, καὶ διεφύλαξεν ἣν ζῶσα φρουρὰν τῷ σώματι περιέθηκεν.

---

Plutarch, Ἄγις καὶ Κλεομένης, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg051.local001/.
