# Περὶ φιλαδελφίας 10

Plutarch, Περὶ φιλαδελφίας, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-70/10

οὕτω δʼ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι σφοδρότερον, τὸ ἁμάρτημα καὶ τὸ ἔλλειμμα μετὰ παρρησίας ἐνδεικνύμενον. οὔτε γὰρ ἐφιέναι δεῖ τοῖς ἀδελφοῖς οὔτʼ αὖ πάλιν ἐπεμβαίνειν ἁμαρτάνουσιν αὐτοῖς (τὸ μὲν γὰρ ἐπιχαίροντός ἐστιν ἐκεῖνο δὲ συνεξαμαρτάνοντος), ἀλλὰ κηδομένῳ καὶ συναχθομένῳ χρῆσθαι τῷ νουθετοῦντι. γίγνεται δὲ κατήγορος ἀδελφοῦ σφοδρότατος πρὸς αὐτὸν ὁ προθυμότατος ὑπὲρ αὐτοῦ συνήγορος πρὸς τοὺς γονεῖς γενόμενος. ἂν δὲ μηδὲν ἁμαρτάνων ἀδελφὸς ἐν αἰτίᾳ γένηται, τἄλλα μὲν ὑπουργεῖν γονεῦσι καὶ φέρειν ὀργήν τε πᾶσαν αὐτῶν καὶ δυσχέρειαν ἐπιεικές· αἱ δʼ ὑπὲρ ἀδελφοῦ παρʼ ἀξίαν κακῶς ἀκούοντος ἢ πάσχοντος ἀντιδικίαι καὶ δικαιολογίαι πρὸς αὐτοὺς ἄμεμπτοι καὶ καλαί· καὶ οὐ φοβητέον ἀκοῦσαι τὸ Σοφόκλειον ὦ παῖ κάκιστε, διὰ δίκης ἰὼν πατρὶ, παρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι· καὶ γὰρ αὐτοῖς ἡ τοιαύτη δίκη τοῖς ἐλεγχομένοις ποιεῖ τὴν ἧτταν ἡδίω τῆς νίκης.

---

Plutarch, Περὶ φιλαδελφίας, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg097.local001/.
